Ancient Greek
P.Oxy. 79 5208
Documentary Papyri, P.Oxy. 79 5208
Not analysed yet
……περιπολιστικὴ λαμπρὰ μεγάλη σύνοδος τῶν ἀπὸ τῆς οἰκουμένης περὶ τὸν Διόνυσον καὶ θεοὺς Σεβαστοὺς τεχνιτῶν ἱερονικῶν στεφανιτῶν καὶ οἱ τούτων συναγωνισταὶ τοῖς ἀπὸ τῆς οἰκουμένης περὶ τὸν Διόνυσον τεχνίταις ἱερονίκαις στεφανίταις καὶ τοῖς τούτων συναγωνισταῖς χαίρειν. γινώσκετε νέμουσαν ἡμῶν τὴν ἱερὰν μουσικὴν ……ὴν ……μουθιν τὴν καὶ Σαραπιάδα ἀρχιέρισσαν …Αὐρηλίου Σαραπίωνος ἱερονίκου ……καὶ ἀποδεδωκυῖαν τὸ κατὰ τὸν νόμον βασιλικὸν ἐντάγιον δηνάρια σν καὶ τὰ εἰς τοὺς Σεβαστοὺς ἱερὰ τελέσματα πάντα ἐκ πλήρους. ἐγράψαμεν ὑμῖν ἵνα εἰδῆτε. ἔρρωσθε. ἐτελέσθη ἐν τῇ λαμπρᾷ Ἀντινοέων νέων Ἑλλήνων πόλει ἀγῶνος ἀγομένου …ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ ἰσολυμπίου τῶν μεγάλων Ἀντινοείων …