Ancient Greek
P.Oxy. 8 1106
Documentary Papyri, P.Oxy. 8 1106
Not analysed yet
…κομμωνιτώριον Παύλῳ Σιλλαγρ ἀδελφῷ Ναρρωοῦτος, Παχὼν κγ. οἱ ἀπὸ Π… ἐλθόντες ἐδίδαξαν πάλιν τινὰς ἀγρογείτονας ἐπελθεῖν αὐτοῖς καὶ …καὶ ἄλλα διαφέροντα τοῖς ἀπὸ τῆς εἰρημένης κώμης ω…ν… τολμῆσαι. γενοῦ κατὰ τὴν εἰρημένην κώμην καὶ παραφύλαξον αὐτοῖς τὸ ἀνεπηρέαστον, καὶ εἴ τινες ἐπιχειρήσουσιν παράνομόν τι κατʼ ἐκείνων πρᾶξαι ἢ ὅλως ἐνθυμηθῆναι, παρεγγύησον τοῖς πρωτεύουσιν αὐτῶν ἀποσχέσθαι τοῦ τοιούτου τολμήματος. εἰ γὰρ ἐπιμένοιεν, πλῆθος ἐπιστήσεται στρατιωτικὸν καὶ τούτους ἀναρπαστοὺς ποιοῦν τῷ δικαστηρίῳ παραστήσει πρὸς τιμωρίαν ὧν ἂν παρανομῆσαι τολμήσειαν. legi legi scribas. κομμωνιτώριον Παύλῳ Σιλλαγρ ἀδελφῷ Ναρρωοῦτος …