Ancient Greek
P.Oxy. 8 1109
Documentary Papyri, P.Oxy. 8 1109
Not analysed yet
παρὰ Ἑρμίππου τοῦ καὶ Ἁρποκρατίωνος Ὡρίωνος πρεσβυτέρου τοῦ Ἑρμίππου μητρὸς Θαΐδος Πεκύσιος ἀπʼ Ὀξυρύγχων πόλεως διὰ Διονυσίου Διδύμου φίλου. κατὰ τὰ κελευσθέντα περὶ ἐπικρίσεως τῶν προσβαινόντων εἰς τρεισκαιδεκαετεῖς εἰ ἐξ ἀμφοτέρων γονέων μητροπολιτῶν δωδεκαδράχμων εἰσίν, ἐτάγη ἐπʼ ἀμφόδου Τεμγενούθεως ὁ υἱός μου Πτολεμαῖος μητρὸς …δο…ωνος προσβεβηκὼς εἰς τρεισκαιδεκαετεῖς τῷ διελθόντι κγ ἔτει, ὅθεν παραγενόμενος πρὸς τὴν τούτου ἐπίκρισιν δηλῶ αὐτὸν εἶναι δωδεκάδραχμον καὶ ἐμὲ ὁμοίως εἶναι δωδεκάδραχμον ἀναγραφόμενον διὰ λαογραφίας τοῦ διελθόντος κγ ἔτους ἐπʼ ἀμφόδου Ἄνω Παρεμβολῆς καὶ τὸν τῆς μητρὸς τοῦ υἱοῦ μου πατέρα Α… Ἁρποκρατίωνος τοῦ Ἁρποκρατίωνος μητρὸς Ἡρακλείας ὁμοίως εἶναι δωδεκάδραχμον ε…