Ancient Greek
P.Oxy. 8 1112
Documentary Papyri, P.Oxy. 8 1112
Not analysed yet
τὸ κατ’ ἄνδρα ἰδίου λόγου, α τόμου· μητροπόλεως. Ἀπολλώνιος ἀποσυσταθεὶς Ὡρίωνος Ἀπολλωνίου ἐξηγητεύσαντος δηλῶ κεκυρῶσθαι τὰς σημανθείσας τῷ Παῦνι μηνὶ τοῦ κη ἔτους ἀκάνθας ὑπὸ μὲν τοῦ τῆς Νεμέρων ἐπὶ χώματος πρότερον Σαρᾶ Ἀμόιτος περὶ Πεεννὼ α, ὑπὸ δὲ τοῦ τῆς Σερύφεως ἐπὶ χώματος ἔργου Κονίωνος περὶ Σενεκελεὺ β, καὶ ὑπὸ τοῦ τῆς Σεντὼ ἐπὶ χώματος ἀπεργασίας τοῦ ε ἔτους θεοῦ Οὐεσπασιανοῦ ὄντος ἐκ βορρᾶ τῆς Σενοπώθεως α, δραχμῶν νβ καὶ τῶν ἑπομένων τῷ κθ ἔτει Ἁθὺρ ι, τιμῆς δραχμῶν νβ προσδιαγραφομένων δραχμῶν γ ὀβολοῦ ἡμιωβελίου, γίνονται δραχμαὶ νε ὀβολὸς ἡμιωβέλιον. ὁμοίως τοῦ αὐτοῦ τόμου. Ἀπολλώνιος ὁ προτεταγμένος ἀποσυσταθεὶς δηλῶ κεκυρῶσθαι τὰς σημανθείσας ὑπὸ πρεσβυτέρων διαδεχομένων κωμογραμματείαν Νεσμίμεως ἀκάνθας γ ἐν τοῖς βορρινοῖς μέρεσι χώματος Ἐντείεως καὶ Θώσβ καταπεπτωκέναι κυπει δραχμῶν μ καὶ τῶν ἑπομένων τῷ κθ ἔτει Ἁθὺρ ιβ, τιμῆς δραχμῶν μ προσδιαγραφομένων β τριωβόλου, γίνονται δραχμαὶ μβ τριώβολον.