Ancient Greek
P.Oxy. 8 1120
Documentary Papyri, P.Oxy. 8 1120
Not analysed yet
περὶ ἧς πέπονθεν ἐπὶ τόπων ὁ ἀνὴρ τῆς θυγατρός μου Πολυδεύκης βιβλίδια ἐπιδέδωκα ταῖς τάξεσι κατὰ τοῦ ὑβρίσαντος αὐτὸν Εὐδαίμονος, ἀλλὰ οὗτος ἐξίσχυσεν τὰ βιβλίδια ἀθετηθῆναι, ἵνα μὴ φανῇ ἐπελευστικός. κατὰ τοῦτο μαρτύρομαι τὴν βίαν γυνὴ χήρα καὶ ἀσθενής. Θῶνις γὰρ ὢν κουράτωρ Σεύθου εἰσεπήδησεν εἰς τὴν οἰκίαν μου καὶ ἐτόλμησεν ἀποσπάσαι δούλην μου Θεοδώραν μὴ ἔχων κατʼ αὐτῆς ἐξουσίαν, ὡς ἐν παντὶ σθένει βίαν με σχεῖν.