Ancient Greek
P.Oxy. 8 1134
Documentary Papyri, P.Oxy. 8 1134
Not analysed yet
μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Θεοδοσίου αἰωνίου Αὐγούστου τὸ θ καὶ Φλαουίου Κωνσταντίου τὸ γ τοῦ λαμπροτάτου πατρικίου Φαμενὼθ ζ. Φλαούιος Φοιβάμμων υἱὸς Διογένους ἀπὸ πρωτηκτόρων διοικῶν τὰ πράγματα τῆς θειοτάτης οἰκίας ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίῳ Μαξιμίνῳ υἱῷ Ἄμμωνος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ πεπληρῶσθαι τὰ παντοῖα ἐκφόρια ἤτοι γενήματα καὶ ἀργυρικὸν ἅπερ ὑπεδέξω παρὰ τῶν ὑπευθύνων γεωργῶν προστασίας Νεσμίμεως τῆς κώμης καὶ τῶν ἄλλων τόπων ἀποπληρῶν χώραν προνοητοῦ κατὰ τὴν πίστιν τοῦ ἐπιδοθέντος σοι παρʼ ἐμοῦ ἀπαιτησίμου πρὸς τὴν μεθοδίαν ἀκολούθως τῷ δοθέντι ὑπὸ σοῦ λόγῳ τοῦ τε λήμματος καὶ τοῦ ἐξοδιασμοῦ τῶν παρελθουσῶν δευτέρας καὶ τρίτης ἐπινεμήσεων δύο ,καὶ ἐντεῦθεν οὐδένα λόγον ἔχειν με πρὸς σὲ οὔτε ἐγκαλεῖν σοι οὔτε ἐγκαλέσειν οὔτε γενημάτων οὔτε περὶ ἀργυρικοῦ οὔτε περὶ ἄλλου τινὸς εἴδους ἢ γένους ὧν ὑποδέξω ἐπὶ τῆς αὐτῆς δευτέρας ἰνδικτίονος καὶ τῆς παρελθούσης τρίτης ἐπινεμήσεως παρὰ τῶν ὑπευθύνων γεωργῶν κώμης Νεσμίμεως καὶ τῶν παρεπομένων γῃδίων ἄλλων ὑπαρχόντων τῇ θειοτάτῃ οἰκίᾳ ὄντων ὑπὸ τὴν ἐμὴν διοίκησιν, καὶ πρὸς σὴν ἀσφάλειαν ταύτην σοι ἐξεθέμην τὴν ἀποχὴν ἁπλῆν γραφεῖσαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα.