Ancient Greek
P.Oxy. 8 1162
Documentary Papyri, P.Oxy. 8 1162
Not analysed yet
Λέων πρεσβύτερος τοῖς κατὰ τόπον συλλειτουργοῖς πρεσβυτέροις καὶ διακόνοις ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίῳ θεῷ χαρᾷ χαίρειν. τὸν ἀδελφὸν ἡμῶν Ἀμμώνιον παραγινόμενον πρὸς ὑμᾶς συνδέξασθε αὐτὸν ἐν εἰρήνῃ, διʼ οὗ ὑμᾶς καὶ τοὺς σὺν ὑμῖν ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ ἡδέως ὑμᾶς προσαγορεύεσθαι κυρίῳ. ἐρρῶσθαι ὑμᾶς εὔχομαι ἐν κυρίῳ θεῷ. Ἐμμανουὴλ μάρτυς. ἀμήν.