Ancient Greek
P.Oxy. 81 5286
Documentary Papyri, P.Oxy. 81 5286
Not analysed yet
…Ἀφροδισίῳ. κέκμηκα δὲ ἕως ἂν ταῦτα βασταχθῇ καὶ οὐδὲ εἷς τεθέληκεν βαστάξαι οὐδὲ φορέτρου λέγοντες ἐὰν μὴ ὑφ’ ἓν δύο ἢ τρεῖς ἀρτάβας. λέγετε τῆι μητρί. κομίσασθε παρὰ Ἀνουβᾶτος υἱοῦ Παθώτου Πλουτᾶ κρομμύων μέτρον ἕν. ἐνετειλάμην, εἴ που εὑρήσωσί τινα, βαστάξαι τὸ ἀπενεχθὲν εἰς τὸ Ἀφροδίσιον. τοῦτο οὖν ἐὰν ἐνεχθῇ, δότε ἀπ’ αὐτοῦ τῆι μητρὶ μέτρον καὶ ὑμῖν τὰ ἄλλα δύο μέτρα ὡς εἶναι ἑκάστωι μέτρα πέντε. ἔρρωσθε. ἀσπάζονται ὑμᾶς Διονύσιος καὶ τὰ παιδία. ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ, μηνὸς Καισαρείου κ…. Ἀμμωνίωνι καὶ Ἀπολλω τοῖς ἀδελφοῖς.