Ancient Greek
P.Oxy. 81 5289
Documentary Papyri, P.Oxy. 81 5289
Not analysed yet
τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ μετὰ Θεὸν προστάτῃ τῷ ἐνδοξοτάτῳ θεοφυλάκτῳ ἀντιγεούχῳ δέησις καὶ ἱκεσία παρ' ἐμοῦ Μαροῦτος πενιχρᾶς ὑμετέρας δούλης. ἀκούσασα ἐγὼ ἡ δούλη ὑμῶν τὰ ἀγαθὰ ἃ ποιεῖτε μετὰ παντὸς ἀνθρώπου ἀδικούμενου, ὡς εἶπον, καὶ ἐγὼ ἦλθον εἰς τοὺς πόδας ὑμῶν παρακαλοῦσα τυχεῖν τοῦ ἐλέους ὑμῶν. τοῦτο δέ μοι εἴρηται, δέσποτα …ὃ Ἐνὼχ ὁ μακάριος τ…εν τὰ ἐμὰ πράγματα κ… ἐδάρην παρὰ τῆς γυναικὸς αὐτοῦ. καὶ παρακαλῶ τὸν ἐμὸν ἀγαθὸν δεσπότην πέμψαι καὶ ἐνεγκεῖν τὴν γυναῖκα καὶ τὴν μητέρα αὐτῆς καὶ ἀκοῦσαι τὰ παρ’ ἡμῶν λεγόμενα καὶ διαλῦσαι τὰ κεφάλαια. καὶ μὴ ἐάσῃ ὁ ἐμὸς ἀγαθὸς δεσπότης ἀδικηθῆναί με ἀλλὰ φυλαχθῆναί μοι τὸ δίκαιον, ἐπειδὴ σπόρτουλα παρέχει καὶ ἀφῆκέν τινα λαλῆσαι ὑπὲρ ἐμοῦ. καὶ ἐγνωκυῖα τὰ ἐλέη ὑμῶν καὶ τὰ ἀγαθὰ ἅ, ὡς εἶπον, ποιεῖτε μετὰ παντὸς ἀνθρώπου καὶ ἐγὼ ἦλθον τυχεῖν τοῦ ἐλέους σου, δέσποτα.