Ancient Greek
P.Oxy. 82 5318
Documentary Papyri, P.Oxy. 82 5318
Not analysed yet
παρὰ Ἡρώδου τοῦ καὶ Ψενατύμιος Ἥρωνος τοῦ καὶ Ψενήσιος Φίλωνος τοῦ καὶ Ἡρώδου μητρὸς Δημητροῦτος ἀπ’ Ὀξυρύγχων πόλεως. κατὰ τὰ κελευσθέντα ὑπὸ Καλουισίου Στατιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος ἀπογράφομαι πρὸς τὴν τοῦ διελθόντος ιδ ἔτους Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατ’ οἰκίαν ἀπογραφὴν τὸ ὑπάρχον μοι ἐπ’ ἀμφόδου Ποιμενικῆς μέρος οἰκίας ἐφ’ οὗ ἀπογραφόμεθα· Ἡρώδης ὁ καὶ Ψενάτυμις ἀπὸ γυμνασίου ἄτεχνος ἄσημος ἐτῶν νη, Σαραπίων υἱὸς μητρὸς Ἡρακλοῦτος Σαραπίωνος ἄτεχνος ἄσημος ἐτῶν λβ, Γάιος ἀδελφὸς μητρὸς τῆς αὐτῆς ισ… ἐτῶν κε, γυνὴ Ταψέεις ἀδελφὴ γονέων τῶν αὐτῶν. καὶ ὀμνύω τὴν τοῦ Αὐτοκράτορος Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τύχην …