Ancient Greek
P.Oxy. 82 5321
Documentary Papyri, P.Oxy. 82 5321
Not analysed yet
Θώνιος Ἀλεξάνδρῳ καὶ Ἀντινόῳ τοῖς …ις πολλὰ χαίρειν. ἐκομισάμην ὑμῶν τὰ γράμματα δι’ ὧν ἐδηλώσατε πρῶτον μὲν ἐγνωκότες τὴν τοῦ ἐπάρχου ἐπιδημίαν ἴσως ἂν ἐκ …γραφέντων, δεύτερον δὲ καὶ …ας ὡς τοῦ τοιούτου ε… πεπραγμένου. τὰ οὖν …προσταχθέντα ἤτοι δι’ ὑπομνηματισμῶν ἢ ἐκ θείων διατάξεων …παρ’ ὑμῖν ἵν’ οὕτως καθ’ ὁμοιότητα προσέλθωμεν· ὅμοια γὰρ κἀγὼ εὗρον ἐν τῷ Φαρβαιθίτῃ ὑπομνήματα ἀρχιερέως, πῶς ἱερέα τοῦ ὄντος ἐκεῖ Κορείου ἀπέλυσεν τῶν λειτουργιῶν καταδικάσας τὸν τότε φύλαρχον πρόςτιμον ὡς κακῶς αὐτὸν εἰσαγγείλας. ὅταν οὖν δοκῇ ὑμῖν, ἐπιστείλατέ μοι καὶ διαπέμπομαι ὑμῖν τὰ ὁμοιώματα. ἓν δὲ καὶ τοῦτο ὑμᾶς ὑπομιμνήσκω, ὅτι χρόνος τοσοῦτος διελήλυθεν …ασις ὑμῖν …ν …δ… των δ…ων προστετίμηκεν τῷ ὀνόματι ὑμῶν εἰς λόγον φόρου· καίτοι γε πολλάκις προσπεποίηταί μοι Ἕρμων λέγων ὅτι ‘ὁ ἀδελφός σου κυρωθεὶς τὴν τάξιν οὐδὲν διέγραψεν μέχρι σήμερον’, κἀγὼ αὐτὸν ἡμερησίως διαβάλλω. ἄλλο δὲ καὶ τοῦτο ὑμῖν προλέγω καὶ φανερὸν ποιῶ· ὁ τῆς τάξεως ταβουλάριος ἐμισθώσατο οὐσίαν ἐν τῷ ἄνω Ἑρμοπολίτῃ καὶ βούλεται ἤδη ἐξελθεῖν εἰς ἐκεῖνα τὰ μέρη· κομιᾶτον γὰρ ἤδη ἔλαβεν παρὰ τοῦ ἐπιτρόπου δίμηνον …καὶ ἐκέλευσε ὁ ἐπίτροπος λαβεῖν αὐτὸν τὰς ἐκθέσεις καὶ ἀπαιτῆσαι. πάντως οὖν ἀνέρχεται εἰς τὸν Ὀξυρυγχίτην πρὸς τὸν συγκάθεδρον· τῆς γὰρ ἐκθέσεως γραφομένης ἠρώτεσα περὶ ὑμῶν ἵνα ὑμᾶς μὴ ἐκθῆται, καὶ τὸν περὶ ὑμῶν λόγον μέχρι σήμερον ὅσον προσεδρεύω τῷ ἐπιτρόπῳ πεποίημαι καὶ ποιοῦμαι …θωκ…νωμαι, ἐπεὶ καὶ Σερῆνος ἠλλάγη τῆς τάξεως …με έ̓κθεσιν…ς μισθώσεως σ…ρη… ἐρρῶσθαι ὑμᾶς εὔχομαι. Ἀλεξάνδρῳ ἱερεῖ Θεσμοφορείου παρὰ Θωνίου φίλου.