Ancient Greek
P.Oxy. 82 5325
Documentary Papyri, P.Oxy. 82 5325
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουΐων Ἰσιδώρου καὶ Σενάτορος τῶν λαμπροτάτων, Ἐπειφ θ. Φλαουΐῳ Στρατηγίῳ τῷ αἰδεσίμῳ πολιτευομένῳ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Ἰσὰκ υἱοῦ Πανεχώτου ἀπὸ ἐποικίου Παραιτονίου τοῦ αὐτοῦ νομοῦ. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ τοῦ ἐνεστῶτος ἔτους ριγ πβ σπορᾶς τῆς ἑβδόμης ἰνδικτίωνος ἀπὸ …τῆς ἐξακτορίας …εω ἐξ ἀπηλιώτου τῆς διώρυγος ἀρούρας δύο ἢ ὅσας ἐὰν ὦσιν εἰς σπορὰν ὧν ἐὰν αἱρῶμαι γενημάτων καὶ τελέσω ὑπὲρ φόρου ἀποτάκτου ἐπί τε νειλοβρόχῳ καὶ ἀβρόχῳ χρυσοῦ νομισμάτιον ἕν. ἀκίνδυνος ὁ φόρος παντὸς κινδύνου, τῶν δημοσίων ὄντων πρὸς σὲ τὸν γεοῦχον, ἐπάναγκες δ’ ἐμὲ παρασχεῖν τὸν φόρον ἰδιωτικῷ σταθμῷ ἐν τῷ δέοντι καιρῷ ἀνυπερθέτως καὶ τὴν ἀναβολὴν τῶν ναουΐων ποιεῖσθαι. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα καὶ …