Ancient Greek
P.Oxy. 82 5332
Documentary Papyri, P.Oxy. 82 5332
Not analysed yet
μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Φλαουΐου Ζήνωνος τοῦ αἰωνίου Αὐγούστου τὸ γ, Χοιακ ιβ, ἰνδικτίωνος δ, ἐν Ὀξυρύγχων. Φλαουΐῳ τῷ μεγαλοπρεπεστάτῳ καὶ ἐνδοξοτάτῳ κόμετι τῶν καθωσιωμένων δομεστικῶν γεουχοῦντι ἐνταῦθα τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει, διὰ Ἀνθεμίου οἰκέτου, τοῦ καὶ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ ἐνδοξοτάτῳ ἀνδρὶ τὴν ἐκ τῆς ἐπερωτήσεως ἁρμόττουσαν ἀγωγήν τε καὶ ἐνοχήν, Αὐρήλιοι …καὶ Φοιβάμμων οἱ τρεῖς ὁμογνήσιοι ἀδελφοὶ ἐκ πατρὸς Ἠλίου μητρὸς …ὁρμώμενοι ἀπὸ ἐποικίου Ἡρακλᾶ κτήματος τῆς σῆς μεγαλοπρεπείας τοῦ αὐτοῦ νομοῦ, ἐναπόγραφοι γεωργοί, χαίρειν. ἑκουσίως ἐπιδεχόμεθα μισθώσασθαι ἐξ ἀλληλεγγύης ἀπὸ τοῦ ἐνεστῶτος ἔτους ρνζ ρκϛ σπορᾶς τῆς εὐτυχοῦς πέμπτης ἰνδικτίονος κατὰ συναίνεσιν καὶ συνθήκην τοῦ ἡμῶν πατρὸς …συντίθεται ταύτῃ τῇ μισθώσει υἱὸς ὢν Ἰωάννου ἐναπόγραφος ἀπὸ τοῦ αὐτοῦ κτήματος …ἀπὸ τῶν ὑπαρχόντων τῇ ὑμῶν μεγαλοπρεπείᾳ διακειμένων ἐν πεδίοις …υ ὁλόκληρον ἥμισυ μέρος μηχανῆς καλουμένης Ἀπηλιωτικῆς …ἐξηρτισμένης πάσῃ ξυλικῇ ἐξαρτίᾳ καὶ σιδηρώμασιν μετὰ καὶ τοῦ ἐπικειμένου λάκκου …σ…τη…ασι…