Ancient Greek
P.Oxy. 83 5362
Documentary Papyri, P.Oxy. 83 5362
Not analysed yet
…στρατηγοῖς Ἑπτὰ Νομῶν καὶ Ἀρσινοΐτου χωρὶς Ὀάσεως χαίρειν. περὶ τῆς τοῦ πεμφθέντος εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν πυροῦ καθαριότητος ὁσάκις ὑμῖν πρότερον ἐπέστειλα, ἅ μὲν ὑμᾶς τοῦ κρατίστου ἐπιτρόπου τῆς Νέας Πόλεως αἰτιασαμένου, ἅ δὲ καὶ αὐτὸς τῶν …ἀναμεμετρημένα ἰδών, οὐκ ἀγνοεῖτε, ἵνα δὲ καὶ ἂν εἰς τοὐπιὸν …ἐπακολουθοῦντες κίνδυνον ἐκφύγητε τῶν συγκομιζομένων νέων …ν… προαγορεύω πᾶσιν ὑμῖν τε καὶ τοῖς σιτολόγοις καὶ ἐπισφραγισταῖς …πα…ο…ς ἑκάστου ὀφλόμενον μέτρον κεκοσκινευμένον …λαμβάνειν τε καὶ εἰς τοὺς δημοσίους θησαυροὺς ἀποθεμεν …πυρὸν μεταχειριζομένων ἔχειν κα…εν ὁμοίως προς …ις τῇ κατακομιδῇ στρατιωτικοῖς ἀνδράσι παραδιδόναι …σμένων οἷς τοὺς γόμους ὁμοίους καὶ κατὰ μηδὲν …α… μετὰ ταῦτά μου τὰ γράμματα ἄλογον καὶ μὴ οἷον ἐκέλευσα …ν καὶ ἐνυβρίζων τῇ σιτοπομπίᾳ τῆς βασιλίδος …πόλεσιν καὶ ἐν ταῖς κώμαις προτεθήτω. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. …