Ancient Greek
P.Oxy. 83 5365
Documentary Papyri, P.Oxy. 83 5365
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουΐου Φιλοξένου τοῦ λαμπροτάτου, …Τυβι ε, ἰνδικτίωνος ε. Φλαυουΐῳ Στρατηγίῳ τῷ ἐνδοξοτάτῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων καὶ στρατηλάτῃ γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ καὶ ἐπερωτῶντος ……ἀντλοῦσαν εἰς ἀρόσιμον γῆν μεγάλου ἐργάτου ἑνός, ἀνελθόντες ἐπὶ τῆς πόλεως ἠξιώσαμεν τὴν ὑμῶν ἐνδοξότητα διὰ τῶν αὐτῇ προσηκόντων κελεῦσαι τοῦτον ἡμῖν παρασχεθῆναι. καὶ εὐθέως ἡ ὑμῶν ἐνδοξότης πρόνοιαν ποιουμένη τῶν αὑτῆς πραγμάτων τὸν αὐτὸν μέγαν ἐργάτην παρέσχετο ἡμῖν ……ὅντινα καινὸν ἐπιτήδειον ἀντλητικὸν εὐάρεστον εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ἐδεξάμεθα ἐν τῇ σήμερον ἡμέρᾳ, ἥτις ἐστὶν Τυβι πέμπτη τοῦ ἐνεστῶτος ἔτους σγ ροβ τῆς παρούσης πέμπτης ἰνδικτίωνος, ὑδροπαροχίας καρπῶν τῆς ἕκτης ἐπινεμήσεως. καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς ταύτην πεποιήμεθα τὴν χειρογραφίαν …