Ancient Greek
P.Oxy. 83 5382
Documentary Papyri, P.Oxy. 83 5382
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουΐου Τιβερίου Κωνσταντίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους η, ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους τετάρτου …ἰνδικτίωνος …τοῖς ὑπερφυεστάτοις κληρονόμοις τοῦ τῆς εὐκλεοῦς μνήμης Ἀπίωνος γενομένου πρωτοπατρικίου, γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου, τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις ἀνδράσιν τὴν ἀγωγὴν καὶ ἐνοχήν, Πέτρος μονάζων καὶ ἀρχιμανδρίτης μοναστηρίου Παμουθίου υἱὸς τοῦ μακαρίου Ἰωάννου ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενος τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμετέρᾳ ὑπερφυείᾳ Αὐρηλίους Ἑρμῖνον καὶ Σουροῦν ὁμογνησίους ἀδελφοὺς ἐκ πατρὸς ὁρμωμένους ἀπὸ κτήματος Μεγάλης Ταρουθίνου τοῦ Ὀξυρυγχίτου νομοῦ, διαφέροντος τῇ ὑμῶν ὑπερφυείᾳ, ἐναπογράφους γεωργούς, ἐφ’ ᾧτε αὐτοὺς ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῷ αὐτῷ κτήματι καὶ πληροῦντας τὰ χρεωστούμενα παρ’ αὐτῶν ἐκφόρια τὴν ὑμῶν ὑπερφύειαν ἤγουν ἐμὲ οἴκοθεν ὑπὲρ αὐτῶν διδόναι καὶ ἀποπληρῶσαι τὴν ὑμῶν ὑπερφύειαν ὑπὲρ αὐτῶν. ἐπιζητουμένους δὲ αὐτοὺς πρὸς ἐμὲ παραφέρω καὶ παραδώσω δίχα προσφυγῆς τινος ἔνθα αὐτοὺς καὶ παρείληφα, ἐν τῇ φυλακῇ τοῦ ἐνδόξου ὑμῶν οἴκου. εἰ δὲ μὴ τοῦτο ποιήσω, ὁμολογῶ ὑπεύθυνος εἶναι πᾶσιν τοῖς πρὸς αὐτοὺς ἐπιζητουμένοις ἀποκρίνασθαι. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Πέτρος μονάζων υἱὸς Ἰωάννου στοιχεῖ μοι αὕτη ἡ ἐγγύη ὡς πρόκειται. di emu Papnutiu eteliothe ἐγγύη γεναμένη παρὰ Πέτρου μονάζοντος υἱοῦ Ἰωάννου ἀπὸ τῆς Ὀξυρυγχιτῶν ἀναδεχομένου Ἑρμῖνον καὶ Σουροῦν ἀπὸ Μεγάλης Ταρουθίνου