Ancient Greek
P.Oxy. 83 5385
Documentary Papyri, P.Oxy. 83 5385
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουΐου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους γ, ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους α, …Ἁθυρ κβ, ἰνδικτίωνος γ. τοῖς ὑπερφυεστάτοις διαδόχοις τοῦ τῆς εὐκλεοῦς μνήμης Ἀπίωνος γενομένου πρωτοπατρικίου γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος …ι… υἱὸς …μητρὸς Στεφανοῦδος ἀπὸ ἐποικίου Ἀσπιδᾶ τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμετέρᾳ ὑπερφυείᾳ ἐναπόγραφος αὐτῆς γεωργός, χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπ’ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην Πελαϊε ἀντλοῦσαν εἰς ἀροσίμην γῆν μεγάλου ἐργάτου ἑνὸς ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμῶν ὑπερφύειαν ὥστε κελεῦσαί μοι τὸν αὐτὸν μέγαν ἐργάτην παρασχεθῆναι. καὶ εὐθέως ἡ ὑμετέρα ὑπερφύεια πρόνοιαν ποιουμένη τῆς συστάσεως τῶν ἑαυτῆς πραγμάτων τοῦτον παρέσχετό μοι διὰ …τοῦ ἐνταῦθα μηχανουργοῦ καινὸν ἐπιτήδειον ἀντλητικὸν εὐάρεστον ἐδεξάμην εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ, ἥτις ἐστὶν Ἁθυρ κβ τῆς παρούσης τρίτης ἰνδικτίωνος, ὑδροπαροχίας καρπῶν τῆς σὺν Θεῷ τετάρτης ἐπινεμήσεως. καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς ταύτην πεποίημαι τὴν χειρογραφίαν, ἥτις κυρία οὖσα ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος …στοιχεῖ μοι αὕτη ἡ χειρογραφία ὡς πρόκειται. Παπνούθιος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. γίνεται μέγας ἐργάτης εἷς. …χειρογραφία …ιτ…πρ…