Ancient Greek
P.Oxy. 83 5398
Documentary Papyri, P.Oxy. 83 5398
Not analysed yet
ἐγὼ Ἰωάννης σταβλίτης τῆς μικρᾶς οὐσίας Στρατηγίου τοῦ πανευφήμου ὑπάτου, διὰ Ἀπολλῶ τοῦ περιβλέπτου κόμετος διοικητοῦ αὐτοῦ, ἔσχον καὶ ἐπληρώθην παρὰ τῆς γαμετῆς τοῦ μακαρίου Παμουθίου γενομένου προνοητοῦ τῆς αὐτῆς οὐσίας τό ἐξ ἔθους διδόμενόν μοι ὀψώνιον εἰς τὴν χρείαν τοῦ αὐτοῦ σταβλίτου καὶ ὑπὲρ τῆς παρούσης δευτέρας ἰνδικτίωνος τὰ αἱροῦντα αὐτῇ πλήρης, τουτέστιν σίτου ἀρτάβας δεκαέξ, γίνονται σίτου ἀρτάβαι ιϛ. καὶ πρὸς ὑμετέραν ἀσφάλειαν ταύτην πεποίημαι τὴν πληρωτικὴν ἀπόδειξιν, ἥτις ἐγράφη ἐπὶ μηνὸς Θωθ τετάρτῃ, ἰνδικτίωνος δευτέρας, ἔτους σοε σμδ. δι’ ἐμοῦ Γεωργίου συμβολαιογράφου ἐγράφη.