Ancient Greek
P.Oxy. 84 5443
Documentary Papyri, P.Oxy. 84 5443
Not analysed yet
Θῶλθις κάτω. πρόβατα λε, αἶγες β, ἄρνες β. Σαραπίωνι βασιλικῷ γραμματεῖ παρὰ Ἀσβοννοῦτος τῆς Φιλέου τοῦ Ἐξακῶντος μετὰ κυρίου Διογένους ἀδελφοῦ τῶν ἀπὸ κώμης Θώλθεως τῆς κάτω τοπαρχίας. ἀπεγραψάμην τῶι διελθόντι ἔτει ἐπὶ τῆς αὐτῆς κώμης πρόβατα τεσσεράκοντα πέντε, αἶγα μίαν, ἄρνας δέκα, ἔριφον ἕνα, γίνονται πρόβατα νε, αἶγες β, ἐξ ὧν διεφθάρη τέλεια πρόβατα δεκαεπτά, ἄρνες τρεῖς, γίνονται πρόβατα κ, καταλείπονται πρόβατα λε, αἶγες β, ἃ καὶ ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ε ἔτος Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ καὶ τοὺς ἀπὸ γονῆς ἐπακολουθοῦντας ἄρνας δύο, ἃ νεμήσεται περὶ …