Ancient Greek
P.Oxy. 84 5446
Documentary Papyri, P.Oxy. 84 5446
Not analysed yet
παρὰ Ταυσίριος Ἑρμίου ἀπὸ τοῦ Κόσμου ἐποικίου μετὰ κυρίου τοῦ πατρὸς Ἑρμίου Ἀμόιτος. ἀπεγραψάμην τῶι διελθόντι ἔτει πρόβατα τέλεια δεκαπέντε, ἄρνας πέντε, ἐξ ὧν διεφθάρη ἀπὸ μὲν τῶν τελείων πρόβατα ἕξ, ἄρνες δύο, γίνεται πρόβατα ὀκτώ, καταλείπεται τέλεια πρόβατα δώδεκα, ἃ καὶ πέπρακα Ἡρα…ατος, ἃ καὶ αὐτὴ ἀπεγράψατο ἐπὶ τοῦ αὐτοῦ ἐποικίου. καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Νέρουα Τραϊανὸν Σεβαστὸν Γερμανικὸν Δακικὸν μηθὲν διεψεῦσθαι. ἔτους ι Αὐτοκράτορος Καίσαρος Νέρουα Τραϊανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, Μεχειρ β. Ταύσιρις Ἑρμίου ἐπιδέδωκα καὶ ὀμώμοκα τὸν ὅρκον. ……μου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.