Ancient Greek
P.Oxy. 1 191 descr.
Documentary Papyri, P.Oxy. 84 5462
Not analysed yet
γνῶσις τῆς παραχωρήσεως τοῦ δεσπότου ἡμῶν τοῦ κυρίου οὕτως· τοῖς ἀπὸ Παλώσεως Ἀλεξανδρείας νομισμάτια ογ κεράτια δ, τοῖς ἀπὸ Ἐυαγγελείου καὶ Τίλλωνος σίτου ἀρτάβαι σ καὶ Ἀλεξανδρείας νομισμάτια ιϛ τοῖς ἀπὸ Νεκώνθεως ὑπὲρ ἀποτάκτων χωρίων Ἀλεξανδρείας νομισμάτια κβ κεράτια ιβ τοῖς ἀπὸ Ταμπέτι Ἀλεξανδρείας νομισμάτια ιβ τοῖς ἀπὸ Σεφώ Ἀλεξανδρείας νομισμάτια ι τοῖς ἀπὸ Πακέρκη Ἀλεξανδρείας νομισμάτια ιϛ τοῖς ἀπὸ Μεσκανούνεως σίτου ἀρτάβαι υ Ἀλεξανδρείας νομισμάτια ιβ τοῖς ἀπὸ Σκέλους Ἀλεξανδρείας νομισμάτια δ τοῖς ἀπὸ Τερύθεως καὶ Θεαγένους καὶ Νικήτου σίτου ἀρτάβαι σξϛ καὶ Ἀλεξανδρείας νομισμάτια ιϛ κεράτια ιβ τοῖς ἀπὸ Μελίτα Ἀλεξανδρείας νομισμάτια ιβ τοῖς κηπουροῖς Νήσου Λαχανίας Ἀλεξανδρείας νομισμάτια δ τοῖς ἀπὸ Θαήσιος σίτου ἀρτάβαι σ καὶ Ἀλεξανδρείας νομισμάτια κδ τοῖς ἀπὸ Παγγουλλεείου Ἀλεξανδρείας νομισμάτια ϛ τοῖς ἀπὸ Νήσου Λευκαδίου Ἀλεξανδρείας νομισμάτια η τοῖς ἀπὸ Λουκίου Ἀλεξανδρείας νομισμάτια β τοῖς ἀπὸ Ταρουσέβτ Ἀλεξανδρείας νομισμάτια γ τοῖς ἀπὸ Ταρουθίνου Ἀλεξανδρείας νομισμάτια ξ τοῖς ἀπὸ Τακόνα σίτου ἀρτάβαι τ τοῖς ἀπὸ Ὀστρακίνου σίτου ἀρτάβαι κ καὶ Ἀλεξανδρείας νομισμάτια ιϛ τοῖς ἀπὸ Ἰβίωνος Ἀλεξανδρείας νομισμάτια ιβ τοῖς ἀπὸ Στεφανίωνος Ἀλεξανδρείας νομισμάτια δ γίνονται σίτου ἀρτάβαι Ατπϛ καὶ Ἀλεξανδρείας νομισμάτια τκ κεράτια δ.