Ancient Greek
P.Oxy. 85 5501
Documentary Papyri, P.Oxy. 85 5501
Not analysed yet
Ἱέρακι στρατηγῶι …παρὰ Ἀπολλῶτος Ἀρχελάου …μητρὸς Πολίττης ἀπὸ κώμης …μετὰ κυρίου Θέωνος Διογένους …Θέωνος μητρὸς Ἀμμωναρίου ἀπ’ Ὀξυρύγχων πόλεως. οὗ παρεκόμισα ἀπὸ διαλογῆς χρηματισμοῦ ἐστὶν ἀντίγραφον· Λυκαρίων ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς Ὀξυρυγχίτου στρατηγῷ χαίρειν. τοῦ τετελειωμένου χρηματισμοῦ ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔρρωσο. ἔτους κ… Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Παχων ……λίου Ἀρείου σεσημείωμαι δραχμὰς β. Ἱερακ… Λυκαρίωνι νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Ἀπολλῶτος Ἀρχελάου …μητρὸς Πολίττης ἀπὸ κώμης …τοπαρχίας τοῦ Ὀξυρυγχίτου νομοῦ …