Ancient Greek
P.Oxy. 85 5503
Documentary Papyri, P.Oxy. 85 5503col1
Not analysed yet
ἔκλημψις ἐκ δημοσίας βιβλιοθήκης ἐκ προγραμμάτων κγ ἔτους Φαμενωθ. Ἱέρακι στρατηγῷ παρὰ Θέωνος γραμματέως πόλεως. αἰτούμενος ὑπὸ σοῦ ὄνομα εἰς χώραν Χαιρήμονος Θέωνος τοῦ καὶ Χώσιος κληρωθέντος εἰς ἐπιτρεχοντείαν ἀπηλιώτου τοπαρχίας ἐπὶ τοῦ παρόντος μὴ ἐπιδημοῦντος δίδωμι τὸ ὑπογεγραμμένον εὔπορον καὶ ἐπιτήδειον. ἔστι δέ· Πτολεμαῖος ὁ καὶ Ἀνδρόμαχος Πτολεμαίου τοῦ Διοσκόρου μητρὸς Ἡλιοδώρας. ἔτους κγ Φαμενωθ ε.