Ancient Greek
P.Oxy. 85 5504
Documentary Papyri, P.Oxy. 85 5504
Not analysed yet
Κλαύδιος Ἡρακλείδης ἐπιτηρητὴς ἡγεμονικῶν ἐπιστολῶν καὶ ἄλλων Σαραπίωνι τῷ καὶ Ἀπολλωνιανῷ Σπαρτᾶ γενομένῳ ἐπισκέπτῃ Ὀάσεως ζ νομῶν τῶι φιλτάτωι χαίρειν. ἣν ἔπεμψας ἐπιστολὴν Μαικίωι Λαίτωι τῶι λαμπροτάτῳ ἡγεμόνι περὶ ὧν κατελάβου ἐκ τῆς γενομένης ἐπισκέψεως ἀνέδωκα. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ἔτους ι Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν, Παχων ιε.