Ancient Greek
P.Oxy. 85 5515
Documentary Papyri, P.Oxy. 85 5515
Not analysed yet
Ἀπίων ὁ καὶ Θέων Θέωνος τοῦ Σιρίωνος μητρὸς Σινθώνιος καὶ Τιβέριος Κλαύδιος Σερῆνος Ἀθηναίῳ Διονυσίου γραμματεῖ Παποντῶτος πράκτορος σιτικῶν Ὤφεως τόπων χαίρειν. ὁμολογοῦμεν ἑκουσίως ἐγγυᾶσθαι εἰς ἔκτισιν τὰς ὀφειλομένας καὶ προχρησθείσας ὑπὸ σοῦ ὑπὲρ δημοσίων, ὧν ὀφείλει ἡ τοῦ ἑνὸς ἡμῶν Ἀπίωνος τοῦ καὶ Θέωνος μήτηρ Σίνθωνις Ἀπίωνος ὑπὲρ κώμης Ὤφεως, πυροῦ γενήματος τοῦ διελθόντος τετάρτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀρτάβας ἑκατὸν τριάκοντα ἐννέα, ἃς καὶ ἐπάναγκον παρεξόμεθα αὐτὴν ἀπο- διδοῦσάν σοι ἕως τριακάδος τοῦ ἑξῆς μηνὸς Ἁθυρ χωρὶς ὑπερθέσεως, γινομένης σοι τῆς πράξεως καὶ ἐξ οὗ ἐὰν ἡμῶν αἱρῇ καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων. κυρία ἡ ἰδιόγραφος τοῦ ἑνὸς ἡμῶν Ἀπίωνος τοῦ καὶ Θέωνος χείρ. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ …ἐγγύη …ι Σινθώνιος