Ancient Greek
P.Oxy. 85 5518
Documentary Papyri, P.Oxy. 85 5518
Not analysed yet
…συμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες ἀμέμπτως φυλάσσοντες τὰ τοῦ γάμου δίκαια, ὁ δὲ γαμῶν καὶ ἐπιχορηγείτω τῇ γυναικὶ τὰ δέοντα πάντα κατὰ δύναμιν. ἐὰν δέ, ὅ μὴ εἴη, συμβῇ ἐκ διαφορᾶς ἀπαλλαγὴν τῶν γαμούντων γενέσθαι, ἀποδότω ὁ γαμῶν τῷ ἐκδότῃ ἐὰν περιῇ, εἰ δὲ μὴ τῇ γαμουμένῃ, τέκνων αὐτοῖς ὄντων ἐξ ἀλλήλων καὶ μὴ ὄντων, τὴν προκειμένην φερνὴν ἐν ἡμέραις ἑξήκοντα ἀφ’ ἧς ἐὰν ἀπαλλαγὴ γένηται καὶ τὸ μὲν ἐνωτίων …ο τ…