Ancient Greek
P.Oxy. 85 5523
Documentary Papyri, P.Oxy. 85 5523
Not analysed yet
Ἀμμώνιος Ἀπολλωνίωι τῶι ἀδελφῶι χαίρειν. ἔλαβόν σου ἐπιστολὴν δι’ ἧς ἔγνων ἐρρῶσθαι καὶ λίαν ἐχάρην. τὸ ἀργύριον Ἀμόϊ ἔδωκα ἵνα μὴ βάρος ἔχῃ ὁ πατήρ σου. δώσεις αὐτῶι ἐκ τοῦ ἐμοῦ χοῦν οἴνου καὶ ὑπὲρ ὑμῶν ἄλλον. τοῦτο καὶ αὐτῶι …εἴρηκα λαβεῖν παρ’ ὑμῶν οἴνου χόας β, ὥστε σοὶ ὀφείλειν. περὶ ποδῶν κλίνης ……σε καὶ ἔχω τὰ ξύλα της τὰ πρὸς τοὺς πόδας. ἔρρωσο.