Ancient Greek
P.Oxy. 85 5527
Documentary Papyri, P.Oxy. 85 5527
Not analysed yet
Ἀμμώνιος Ἀμμωνίωι τῶι υἱῶι χαίρειν. πρὸ πάντων ἀσπάζομαί σε. γινώσκειν σε θέλω ὅτι ἀπεστάλη Σερῆνος ἐνέγκαι εἰς Ὄασιν τοὺς καμήλους ἐκείνων ὧν ἀπεβλήθησαν οἱ κάμηλοι ἐν Κόπτῳ, ὃ ἵν’ εἰδῇς γράφω σοι καὶ μὴ ταραχθῇς. περὶ δὲ τῶν ἡμῶν γράφω σοι, εἴ μοι προσέχεις, πωλῆσαι· τὰς γὰρ τιμὰς αὐτῶν εἶπόν σοι. καὶ ἐὰν πωλήσῃς καὶ θέλῃς ὄνους ἀγοράσαι, ἀγόρασον. ἐὰν δὲ γένηται μὴ πωλεῖν σε τὰ καμήλια, πάντῃ τε καὶ πάντως προβολὴν ποίησον καὶ ἔνεγκον γόμον κριθῆς ἐν ἀρτάβαις ἑπτά. ἐν τοσούτῳ μέντοι στρώματα ζήτει διὰ τὴν προβολήν. ἀπάρτισον ὥς σοι εἶπον περὶ Φιλοξένου τοῦ ξένου. ἀσπάζου Σωκράτην καὶ μαθέτω ὅτι τὸ μετέωρον ὃ εἶχε κατὰ ψυχὴν ἐξερχόμενος ἀπηρτίσθη. ἐρρῶσθαί σε εὔχομαι. Ἀμμωνίωι υἱῶι