Ancient Greek
P.Oxy. 86 5568
Documentary Papyri, P.Oxy. 86 5568
Not analysed yet
…ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Αὐρηλίου Σερηνιανοῦ τοῦ καὶ Ἀρτεμίδωρου καὶ ὡς χρηματίζει καὶ παρὰ Μάρκου Αὐρηλίου Ἀπολλωνίου …τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων …τοῦ καὶ Ἀλθαιέως, ᾧ ἐπικεχώρηται κατὰ τὸ ἐπιδοθὲν …τῷ διασημοτάτῳ ἐπάρχῳ Αἰγύπτου βιβλίδιον χρηματίζεσθαι ἀπὸ δι… ἐμποδιζομένῳ διὰ τὸ τὰς ἀσφαλείους αὐτοῦ παραπεπτωκέναι …τῇ ἰδίᾳ πίστει τό τε γένος αὐτοῦ καὶ τὰ ἔτη καὶ τὰ σημεῖα …μένῳ ἐπιχωρήματι ἀκολούθως, οὗπερ βιβλιδίου ἀντίγραφον …ἀναληφθὲν ἐπισκοπικῷ χρηματισμῷ κατεχώρισεν ἐν τῇ …βιβλιοθήκῃ τῷ ἐνεστῶτι ἔτει Παυνι, καὶ τοῦ τούτῳ συμβεβαιοῦντος τήνδε τὴν καταγραφὴν Μάρκου Αὐρηλίου Ἀθανασίου τοῦ καὶ Νείλου βουλευτοῦ τῆς αὐτῆς πόλεως …ωνoς τοῦ καὶ Ἥρωνος τοῦ Ἑρμανουβᾶ Σωσικοσμίου τοῦ καὶ Ἀλθαίεως. συγχωρεῖ καὶ ὁμολογεῖ ὁ Αὐρήλιος Ἀπολλώνιος μετὰ συμβεβαιωτοῦ τοῦ Αὐρηλίου Ἀθανασίου τοῦ καὶ Νείλου πεπρακέναι καὶ καταγεγραφέναι τῷ Αὐρηλίῳ Σερηνιανῷ τῷ καὶ Ἀρτεμιδώρῳ δοῦλον ἑαυτοῦ ὀνόματι Ἀλύπιον γένει Κρητικὸν ἁπλῷ χρήματι ἐκτὸς ἱερᾶς νόσου καὶ ἐπαφῆς, τιμῆς ἀργυρίου Σεβαστῶν νομίσματος ταλάντων δεκαδύο, ἃ καὶ ἐντεῦθεν ἀπέσχεν ὁ Αὐρήλιος Ἀπολλώνιος παρὰ τοῦ Αὐρηλίου Σερηνιανοῦ τοῦ καὶ Ἀρτεμιδώρου διὰ τῆς …κολλυβιστικῆς τραπέζης οὔσης ἐν τῷ εἶ γράμματι πρὸς τῷ βατα… …πρὸς τὸ ἀπὸ τοῦ νῦν τὸν Αὐρήλιον Σερηνιανὸν τὸν καὶ Ἀρτεμίδωρον τεταγμένον ὑπὲρ αὐτοῦ τὸ εἰς τὰ ἀνδράπoδα σὺν τῷ …ομένῳ καθῆκον τέλος τῇ ἐνεστώσῃ ἡμέρᾳ κρατεῖν αὐτοῦ καὶ κυριεύειν καὶ ἐξουσίαν ἔχειν ἑτέροις πωλεῖν καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῆται, τὸν δὲ ἀποδόμενον μὴ ἐπιπορεύεσθαι ἐπὶ τοῦτον μηδὲ ἐπὶ τοὺς παρ’ αὐτοῦ μηδ’ ἄλλον ὑπὲρ αὐτοῦ μηδένα κατὰ μηδένα τρόπον, βεβαιοῦν δὲ αὐτόν τε τὸν ἀποδόμενον καὶ τὸν βεβαιωτὴν τὴν πρᾶσιν διὰ παντὸς πάσῃ βεβαιώσει καὶ πάντα τὸν καθ’ ὁνδηποτοῦν τρόπον ἐπελευσόμενον ἢ ἐμποιησόμενον τούτου χάριν ἢ μέρους αὐτοῦ …καὶ ὁπότερον αὐτῶν ἀποστήσειν καὶ ἐκδικήσειν παραχρῆμα τοῖς ἰδίοις αὐτῶν ἀναλώμασιν ἢ χωρὶς τοῦ μένειν κύρια τὰ συνκεχωρημένα ἔτι καὶ ἐκτίσειν ἐξ ἀλληλεγγύης τὸ τῆς τιμῆς κεφάλαιον καὶ τὰ βλάβη καὶ δαπανήματα πάντα καθάπερ ἐκ δίκης. ἔστιν δὲ ὁ δοῦλος Ἀλύπιος ὡς ἐτῶν δεκαοκτὼ οὐλὰς ἔχων …ἀντικνήμιον ποδὸς δεξιοῦ, καθ’ οὗ καὶ ἀναδέδωκεν ὁ ἀποδόμενος …τῷ ἐωνημένῳ τὸν δηλούμενον τοῦ ἐπιχωρήματος ἐπισκοπικὸν χρηματισμὸν …τοῦ πρoκειμένου χρόνου καὶ ἀνεκρίθη ὁ δοῦλος κατὰ τὰ προστεταγμένα …περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γεγενῆσθαι πεπρᾶχθαι ἐπηρώτησεν ὁ ἐωνημένος Αὐρήλιος Σερηνιανὸς ὁ καὶ Ἀρτεμίδωρος, ὡμολόγησαν Αὐρήλιοι Ἀπολλώνιός τε ὁ ἀποδόμενος καὶ ὁ βεβαιωτὴς Ἀθανάσιος ὁ καὶ Νεῖλος. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Γαΐου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Ἐπειφ ιβ. Αὐρήλιος …ὁ ἐπὶ τῶν συγχωρήσεων καταλογείου· κατακεχώρισται. ἔτους ἕκτου ϛ Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους πέμπτου ε Οὐαλερίου Μαξιμιανοῦ τῶν κυρίων ἡμῶν Σεβαστῶν, Ἐπειφ δωδεκάτῃ ιβ.