Ancient Greek
P.Oxy. 86 5571
Documentary Papyri, P.Oxy. 86 5571
Not analysed yet
Ἀνδρονίκῳ καὶ Θῶνι Ὦφις πολλὰ χαίρειν. ἀπέστειλα ἕτερα γράμματα διὰ τοῦ υἱοῦ, ἀλλὰ ἕνεκεν τῆς τιμῆς τῆς θρεπτῆς παρῆν καὶ Ἀππιανός. Ἀμμωνῖνος ἔχει μίαν τῆς ἡλικίας ἧς εἴπατε. ἔλεγεν εἰ μὴ δέκα, οὐ δίδωμι. εἰ βούλεσθε ἐπιστείλατε μοι διὰ τάχους. γράφεις μοι ὅτι πέμπω σοι σ…βρον. τὰ μέχρι τούτου οὐδέν μοι ἔπεμψας. σὺ παρὰ πάντας οὐκ ἴσχυσας. ὡς σήμερον ἤδη τρίμηνος. εἴ τι θέλεις ὠνήσασθαι παρ’ ἐμοί, ἐπ’ ἀναγραφῇ ἐπίστειλον. τὸ ἐλάδιον πολλοῦ ἐγένετο, τὸ καψάκιον δραχῶν υκ, τὸ κάδιον δραχμῶν Βω. ἄσπασαι τοὺς ἡμῶν πάντας κατ’ ὄνομα. ἔρρωσο. Ἁθυρ κδ. ἀπόδος Ἀνδρονίκῳ.