Ancient Greek
P.Oxy. 87 5594
Documentary Papyri, P.Oxy. 87 5594
Not analysed yet
Μουσαῖος Πέτρῳ προνοητῇ Στεφανίωνος χαίρειν. παράσχου Ἀβρααμίῳ πραγματευτῇ ὑπὲρ τιμῆς ἀξόνων ἑνδεκαπηχιαίων ιβ ἀγορασθέντων παρ’ αὐτοῦ καὶ βληθέντων εἰς τὰ ἐπιστύλια τοῦ πωμαρίου τοῦ προαστίου χρυσοῦ νομισμάτια ἓξ τέταρτον γίνονται χρυσοῦ νομισμάτια ϛ δ μόνα. ἔτους ριε πδ, Φαμενωθ γ, ζ ἰνδικτίωνος. σεσημείωμαι ὑπὲρ ἀξόνων δώδεκα ἑνδεκαπηχιαίων χρυσοῦ νομισμάτια ἓξ τέταρτον, εἰς Πέτρον προνοητὴν Στεφανίωνος.