Ancient Greek
P.Oxy. 87 5598
Documentary Papyri, P.Oxy. 87 5598
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουΐου Λογγίνου τοῦ λαμπροτάτου τὸ β, Ἁθυρ …ἰνδικτίωνος ιε, ἐν Ὀξυρύγχων. Φλαουΐῳ …τῷ αἰδεσίμῳ ναυάρχῳ υἱῷ τοῦ τῆς μακαρίας μνήμης …γενομένου ναυάρχου γεουχοῦντι ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει Αὐρήλιος Ἰωάννης υἱὸς Μέλανος μητρὸς …ἀπὸ ἐποικίου …ιλους κτήματος τῆς σῆς ἀρετῆς τοῦ Ὀξυρυγχίτου νομοῦ ἐναπόγραφος ἀμπελουργὸς χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ τῆς σῆς θαυμασιότητος ἐντεῦθεν τὴν πρὸς ἀλλήλους συμπεφωνημένην καὶ ἀρέσασάν μοι τιμὴν πλήρης οἴνου ἐκ τοῦ γεουχικοῦ σηκώματος σηκωμάτων τριάκοντα, γίνονται οἴνου σηκώματα λ, ὅνπερ οἶνον παρὰ ληνὸν ἀπὸ γλεύκους ἀδόλου σοῦ παρέχοντοςτὰ κοῦφα ἐπάναγκες ἀποδώσω τῇ σῇ ἀρετῇ ἐν τῇ τρύγῃ τοῦ Μεσορη μηνὸς τοῦ ἐνεστῶτος ἔτους ρξη ρλζ ἐκ ῥύσεως οἴνου τῆς εὐτυχοῦς πρώτης ἰνδικτίονος ἀνυπερθέτως. εἴς τε ἀσφάλειαν τῆς τοῦ χρέους ἀποδόσεως ἐντεῦθεν ἤδη ὑπεθέμην σοι δικαίῳ ὑποθήκης ἀπὸ τῶν ἡμετέρων ἰδιοκτήτων ἀρουρῶν διακειμένων ἐν πεδίοις τοῦ αὐτοῦ κτήματος ἐκ λιβὸς τούτου ἄμματα πέντε, ὥστε σε ταῦτα διακατέχειν ἄχρι ἀποδόσεως τοῦ αὐτοῦ χρέους καὶ μὴ ἐξεῖναί μοι πρὸ ἀποδόσεως …