Ancient Greek
P.Oxy. 87 5617
Documentary Papyri, P.Oxy. 87 5617
Not analysed yet
……τῆς Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογῶ ἐγὼ ὁ αὐτὸς εὐλαβέστατος Ἀνουπ πρεσβύτερος καὶ μονάζων …εἰληφέναι καὶ πεπληρῶσθαι παρὰ τῆς ὑμῶν ἐνδοξότητος …ν αὐτ… …ς σῖτον δ…ον μοι η…ει… …πατρικίας Γαβριηλίας …αὐτ… …πρὸς τὸ ἔθος καὶ ὑπὲρ καρπῶν τῆς παρούσης δευτέρας ἰνδικτίωνος …αμ… πλήρης τουτέστιν σίτου ἀρτάβας τριακοσίας δέκα ἐννέα τὰς καὶ δοθείσας μοι διὰ τοῦ αὐτοῦ θαυμασιωτάτου Ἀνουπ προνοητοῦ τῶν αὐτῶν κτημάτων πατριμουναλίων, γίνονται σίτου ἀρτάβαι τιθ, καὶ πρὸς ἀσφάλειαν τοῦ αὐτοῦ ἐνδόξου οἴκου καὶ τοῦ αὐτοῦ θαυμασιωτάτου Ἀνουπ ταύτην πεποίημαι τὴν ἀπόδειξιν τῶν αὐτῶν τριακοσίων δέκα ἐννέα ἀρταβῶν τοῦ σίτου ὑπὲρ καρπῶν τῆς αὐτῆς δευτέρας ἰνδικτίωνος, ἥτις κυρία οὖσα ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα, ὑποθέμενος ἐν αὐτῇ πάντα τά τε ἐμὰ ὑπάρχοντα καὶ τὰ τοῦ αὐτοῦ ἁγίου τόπου εἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. Ἀνουπ πρεσβυτέρου τὸ εὐαγὲς κοινόβιον καλούμενον ἀββα Πέτρου ὁ προγεγραμμένος πεποίημαι τὴν αὐτὴν ἀπόδειξιν δεξάμενος πάσας τὰς τοῦ σίτου ἀρτάβας τριακοσίας δέκα ἐννέα ὑπὲρ καρπῶν δευτέρας ἰνδικτίωνος καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. Ἀπολλῶς υἱὸς Ἀπανακίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ, πρὸ ἐμοῦ δὲ τὸ ὄνομα αὐτοῦ τάξαντος τῇ ἰδίᾳ αὐτοῦ χειρί. di emu Victoros etelioth ἰνδικτίωνος …ἀπόδειξις …ἀββᾶ Πέτρου ὑποδοχῆς σίτου ἀρταβῶν τιθ καρπῶν β ἰνδικτίωνος