Ancient Greek
P.Oxy. 9 1187
Documentary Papyri, P.Oxy. 9 1187
Not analysed yet
Αὐρήλιος Ποσειδώνιος στρατηγὸς Ὀξυρυγχίτου· παραγγέλλεται τοῖς ἀπὸ τῶν μελλόντων λειτουργεῖν τῷ εἰσιόντι ἔτει ἀμφόδων συνελθεῖν σήμερον ἐν τῷ συνήθει τόπῳ καὶ ὀνομάσαι ὃν ἐὰν αἱρῶνται φύλαρχον ὄντα εὔπορον καὶ ἐπιτήδειον κατὰ τὰ κελευσθέντα ὑπὸ τῶν τὸ ἀπότακτον συστησαμένων, πρὸς τὸ δύνασθαι αὐτὸν τοῦ χρόνου ἐνστάντος ὑγιῶς καὶ πιστῶς ἀντιλαβέσθαι τῆς λειτουργίας. ἐσημειωσάμην. ἔτους α Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Παῦνι κϛ.