Ancient Greek
P.Oxy. 9 1190
Documentary Papyri, P.Oxy. 9 1190
Not analysed yet
Φλαούιος …στρατηγὸς Ὀξυρυγχίτου Φλαουίῳ Π… καὶ Αὐρηλίῳ Θέωνι πραιποσίτοις ε πάγου ἀδελφοῖς χαίρειν. ἡ ἐξουσία τοῦ κυρίου μου τοῦ διασημοτάτου δουκὸς Φλαουίου Φηλικισσίμου προσέταξεν τοὺς τίρωνας ἀποσταλῆναι εἰς τὴν Βαβυλῶνα. σπουδάσατε οὖν, ἀδελφοί, τοὺς δημοσίους τῶν εξ… ἐπαγομένους τοὺς αἱροῦντας ἑκάστου τίρωνας ὡς ἑξῆς δηλοῦται καταστῆσαι ἐπὶ τῆς πόλεως καὶ ἑτοιμάσασθαι τὴν τούτων ἀποστολήν, ὅπως μηδὲν ἐμποδὼν ἔσται. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε. ὑπατείας Οὐολκακίου Ῥουφίνου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαουίου Εὐσεβίου τοῦ λαμπροτάτου κόμιτος Παῦνι κη. εἰσὶ δέ· Σαραπίωνος Χαιρήμονος τοὺς δημοσίους μετὰ τῶν τιρώνων …