Ancient Greek
P.Oxy. 9 1192
Documentary Papyri, P.Oxy. 9 1192
Not analysed yet
Χαιρήμων γραμματεὺς δημοσίων λόγων Ἰσιδώρῳ προνοητῇ Ἐπισήμου χαίρειν. μέτρησον Ἀπολλωνίῳ καὶ Ἑρμείνῳ ἀπαιτηταῖς ἀννώνης τετάρτης ἑξαμήνου ὀνόματος Ἀμμωνίωνος φακῆς μέτρῳ δεκάτῳ ἀρτάβας ἓξ ἥμισυ, γίνονται ἀρτάβαι ϛ 𐅵,λαμβάνων γράμματα. ἐρρῶσθαί σε εὔχομαι. ἔτους ϛ τοῦ κυρίου ἡμῶν Πρόβου Σεβαστοῦ Χοίακ γ.