Ancient Greek
1200.r.40 to 1200.v.64
Documentary Papyri, P.Oxy. 9 1200.r.40-1200.v.64
Not analysed yet
Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοίακ δ. Αὐρήλιος Μῶρος Ἁρεώτου πέπρακα τὸν ἐπιβάλλοντά μοι ψιλὸν τόπον καὶ ἀπέσχον τὴν τιμὴν ὡς πρόκειται. Αὐρήλιος Ἀπολλώνιος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. βουλομένη δὲ ἀπὸ τῆς δισσῆς ἀσφαλείας μοναχὴν ἐν δημοσίῳ γενέσθαι δίδωμι τῇ πόλει τὰς ὁρισθείσας δραχμὰς ιβ καὶ τὸ τοῦ τιμήματος τέλος, ἀξιῶ ἀναλαβόντας αὐτὴν παρὰ τοῦ διαπεσταλμένου ὑπʼ ἐμοῦ Αὐρηλίου Ἀπολλωνίου ὑπογεγραμμένην ὑπὸ αὐτοῦ περὶ τοῦ εἶναι τὴν ὑπογραφὴν ἰδιόγραφον τοῦ γράψαντος συνκαταχωρίσαι αὐτὴν τῷδε τῷ ὑπομνήματι εἰς τὴν Ἁδριανὴν βιβλιοθήκην, τὸ δὲ ἴσον εἰς τὴν τοῦ Ναναίου, πρὸς τὸ μένειν μοι τὰ ἀπὸ αὐτῆς δίκαια ὡς ἀπὸ δημοσίου χρηματισμοῦ ἕνεκα τοῦ εὐδοκηκέναι τῇ δημοσίωσει. ἔτους ιγ Γαλλιηνοῦ Σεβαστοῦ Παῦνι. ταύτην δὲ βουλομένη προσφωνηθῆναι τοῖς τῶν ἐνκτήσεων τοῦ Ὀξυρυγχείτου νομοῦ βιβλιοφύλαξι ἀξιῶ ἐπιλαβόντα τὴν δημοσίωσιν ὑπογεγραμμένην ὡς καθήκει συντάξαι γράψαι αὐτοῖς ἵνʼ εἰδῶσι. ὡς καθήκει. ἔτους ιγ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Παῦνι θ. Αὐρηλία Ἰσιδώρα μητρὸς Ἀριστῶτος ἐπήνεγκα καί ἐστιν ἐν καταχωρισμῷ. ἔτους α καὶ ἔτους δ Παχὼν λ. Αὐρήλιος Θέων ὁ καὶ Ἅρπαλος Δημητρίου ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμμματα. δημοσιώσεως προσφώνησις εἰς Αὐρηλίαν Ἰσιδώραν …