Ancient Greek
P.Oxy. 9 1222
Documentary Papyri, P.Oxy. 9 1222
Not analysed yet
Ἰσίδωρος Δημητρίῳ υἱῷ χαίρειν. δὸς τῷ ἀδελφῷ Ἀμμωνιανῷ τὸν πῶλον ἵνα ἐνεχθῇ μοι καὶ τὸ ἅλας τὸ ἀμμωνιακὸν τὸ τετριμμένον καὶ τὸ ἄτριπτον καὶ τὸ σπέρμα τοῦ ὠκίμου ἵνα θεραπεύσω αὐτὸν ὧδε ἕξω, ἐπεὶ γὰρ ἠξιώθην ὑπὸ τοῦ πατρός μου Ποσιδωνίου παραμεῖναι τῇ ἀπαιτήσει τὰς πέντε ἡμέρας ταύτας· καὶ πέμψον ἐμοὶ περὶ εἴ τινος χρείαν ἔχετε. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις.