Ancient Greek
p.oxy.descr 14
Documentary Papyri, p.oxy.descr 14
Not analysed yet
…πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν. Αὐρήλιος Ἀπασίων υἱὸς Μηνᾶ μητρὸς Πρόκλας ἀπὸ ἐποικίου Κινέας τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμετέρᾳ ὑπερφυείᾳ ἐναπόγραφος αὐτῆς γεωργός. ὁμολογῶ ἐσχηκέναι παρὰ τῆς ὑμετέρας ὑπερφυείας ἐντεῦθεν ἤδη λόγῳ προχρείας τῆς ὑπʼ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην Λιβικὴν ἐπὶ τῆς παρούσης τρίτης ἰνδικτίονος ὑδροπαροχίας καρπῶν τῆς σὺν θεῷ τετάρτης ἰνδικτίονος, χρυσοῦ νόμισμα ἰδιωτικῷ ζυγῷ γίνεται χρυσοῦ νόμισμα α 𐅵δ, καὶ τοῦτο ὁμολογῶ παρασχεῖν αὐτῇ ὁπόταν βουληθῇ. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ἀπασίων υἱὸς Μηνᾶ στοιχεῖ τοῦτο τὸ γραμματεῖον ὡς πρόκειται. Ἰωάννης ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος