Ancient Greek
P.Oxy. Hels. 19
Documentary Papyri, P.Oxy. Hels. 19
Not analysed yet
Ἀπολιναρίωι στρατηγῶι παρὰ Θέωνος Θέωνος τοῦ Πανεχώτου ἀπʼ Ὀξυρύγχων πόλεως. περὶ ὧν ἔχω πρὸς Ἀπίωνα Ἀπίωνος τοῦ Διονυσίου μητρὸς Διογενίδος ἀπὸ τῆς αὐτῆς πόλεως, ἀξιῶ μεταδοθῆναι αὐτῷ διʼ ὑπηρέτου τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον ὅπως ἔχον ἔνγραπτον παραγγελίαν παρατύχῃ ὅπου ἐὰν ὁ κράτιστος ἡγεμὼν Πετρώνιος Μαμερτεῖνος ἐπʼ ἀγαθῷ τὸν νομὸν διαλογίζηται ἢ δικαιοδοτῇ καὶ προσκαρτερήσῃ ἄχρι κρίσεως. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενὼθ ιϛ. Ἀχιλλᾶς …διαστολικὸν ιη ἔτους …περὶ ὁμοιωματ καὶ ἄλλων