Ancient Greek
P.Oxy. Hels. 43
Documentary Papyri, P.Oxy. Hels. 43
Not analysed yet
Αὐρήλιοι Δημήτριος Ἀχιλλέως μητρὸς Τασεῦτος καὶ Περ… χρηματίζων μητρὸς …ς ἀμφότεροι ἀπʼ Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίοις Ἀφύγχι Σαραπίωνος μητρὸς Ἀμμωνοῦτος καὶ Ἡρακλήῳ τῷ καὶ Δημητρίῳ Σαραπίωνος μητρὸς Τασαραπίωνος ἀμφοτέροις ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι παρʼ ὑμῶν διὰ χειρὸς ἐν χρήσει ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς χιλίας ἐνακοσίας ,ἅσπερ ἀποδώσομεν ὑμῖν ἐν καταβολῇ ἐν μησὶ δεκαεννέα ἐφεξῆς ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Φαμενὼθ τοῦ ἐνεστῶτος ἔτους κατὰ μῆνα ἕκαστον δραχμὰς ἑκατὸν ,οὐκ ἐξόντος μοι κοιλαίνειν οὐδεμίαν δόσιν τῶν κατὰ μῆνα, ἐὰν κοιλανῶ δόσιν τινα γεινομένης ὑμῖν τῆς πράξεως ἐκ ἀμφοτέρων ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αἱρῆσθε καθάπερ ἐκ δίκης. κύριον τὸ συμπεφωνημένον χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑφʼ ὑμῶν ἐπιφέροντι …