Ancient Greek
P.Oxy. Hels. 47 a
Documentary Papyri, P.Oxy. Hels. 47a
Not analysed yet
Διονύσιος Νικάνορι τῷ φιλτάτῳ χαίρειν. παρακαλῶ σε, ἀδελφέ, τῷ ἀδελφῷ μου Δημητρίῳ συνλαβέσθαι, ἄχρι ἂν τὰ σιτάρια μετρήσῃ. ἐγὼ γὰρ ἔτι καὶ νῦν ἐπικινδύνως ἔχω. οἶδας δὲ ὅτι οὐκ ἀχαρίστῳ παρέχεις. τὸ δὲ σπουδαῖόν σου ἐπίσταμαι. ἔρρωσο, φίλτατε. καὶ γὰρ ἐγὼ παρὼν πάλιν σοι προσεῖχον.