Ancient Greek
P.Oxy. Hels. 48
Documentary Papyri, P.Oxy. Hels. 48
Not analysed yet
Ἄμμων Διονυσίῳ τῷ ἀδελφῷ χαίρειν. ἐγὼ ἑκάστοτε ἡμέρας τὰ περὶ σοῦ ἐξετάζων οὐ διαλείπω τῆς σωτηρίας σου ἕνεκεν, σὺ δὲ γράφων τῇ ἀδελφῇ μου περὶ ἐμοῦ καὶ ἐὰν ἅπαξ οὐκ ἐμνήσθης. ἕτοιμος οὖν ἤμην ἐλθεῖν πρὸς σὲ ἡνίκα ἤμην ἐν Βουβάστῳ, ἀλλʼ ἐπεί, ὡς προεῖπον, περὶ ἐμοῦ οὐδὲν ἐπέστειλας, διὰ τοῦτο ἐπέσχον. εἰ οὖν οἶδας ὅτι ἐπιθήκην εὑρίσκομεν παρὰ σοὶ ὥστε μεταβληθῆναι τὸ κερμάτιον ἐνθάδε, ἔρχομαι πρὸς σὲ εἰς συνωνὴν ἐρίων. νομίζω δὲ ὅτι καὶ οἱ ἄλλοι βαφεῖς ἐκεῖ ἔρχονται τούτου ἕνεκα. αὐτῶν οὖν ἐλθόντων κοινώνησον αὐτοῖς εἰς μέρος ἐμοὶ καὶ γράψον τίνι θέλεις τὸ κερμάτιον μεταβάλωμαι. ἀσπάζεταί σε ἡ μήτηρ σου Πλουσία καὶ ἡ ἀδελφή σου Ἑρμιόνη καὶ Ἀμοιτᾶς ὁ πατήρ σου καὶ Πατερμοῦθις ὁ ἀδελφός σου καὶ Παλλάς. ἄσπασαι σὺ τὸν πατέρα ἀπό τε ἐμοῦ καὶ τῶν αὐτῶν. ἐρρῶσθαί σε εὐχόμεθα πανοικησίᾳ διὰ βίου πολλὰ πράσσοντα. ἀπόδος Διονυσίῳ υἱῷ Παρμέν οντος παρὰ Ἄμμωνος πατρός.