Ancient Greek
P.Oxy. Hels. 50
Documentary Papyri, P.Oxy. Hels. 50
Not analysed yet
…πρὸ μέν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ εὐχόμενός σοι τὰ ἐν βίῳ κάλλιστα ὑπαρχθῆναι. ἐξαπίνης ἔπεμψάς μοι τὸν Περοῦεν περὶ λιτρῶν τεσσάρων . μόγις αὐτὰς εὗρον αὐτῷ δοῦναι. οὐ γὰρ ἂν ἔμεινεν ὥραν μίαν ,εἰ μὴ καὶ πλείω αὐτῷ ἐδίδουν. ὅσον οὖν οὐδέπω διὰ τοῦ ἑτέρου πλοίου γράψον μοι, ἕως σοι αὐτὰ ἑτοιμάσω. ἀπέσχον δὲ τὴν τιμὴν τῶν προκειμένων λιτρῶν τεσσάρων . ἐκομισάμην δὲ καὶ τὸ χλούβιον πλήρη ἔχον. περὶ δὲ τῶν οἰναρίων ὑπερεθέμεθα τὰ θεραπευτήρια εἰς τὸ μέλλον. διὸ οὖν μὴ ἔχε ἀη… μετέωρα …κομι… τὰς λίτρας τεσσάρας . ἀσπάσαι πολλὰ τὰ ἀβάσκαντά σου τέκνα καὶ τὴν σύμβιον. ἀσπάζεται ὑμᾶς πάντας Ἀμμώνιος. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος Ἐπιμάχωι παρὰ Ἀστεροπαίου