Ancient Greek
P.Oxyrhyncha 16
Documentary Papyri, P.Oxyrhyncha 16
Not analysed yet
Πετοσίρει κωμογραμματεῖ Ὀξυρύγχων παρὰ Πετεύριος τοῦ Ὥρου φυλακίτου καὶ γενηματοφύλακος τῆς αὐτῆς κώμης γεωργοῦντος βασιλικὴν γῆν. Πτολεμαῖος Πύρρου τῶν πρώτων φίλων καὶ στρατηγὸς τὴν προσήκουσαν ἐπιμέλειαν ποιούμενος τῶν ἐν τῶι νομῶι γεωργούντων τὴν βασιλικὴν γῆν γέγραφεν ὑμῖν ἐντολὴν …μηθενὶ ἐπιτρέπειν περισπᾶν αὐτοὺς μέχρι τῆς τῶν γενημάτων συναγωγῆς καὶ παραδόσεως τῶν εἰς τὸ βασιλικὸν καθηκόντων ἀκολούθως τοῖς ὑπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης προστεταγμένοις. τῆι δὲ κβ τοῦ Φαρμοῦθι τοῦ …ἔτους Διονύσιος ὁ παρὰ Κεφαλίωνος τοῦ σιτολόγου τῆς αὐτῆς κώμης παρ’ οὐθὲν ἡγησάμενος …ἐπεσταλμένων ἐπελάβετο …πάσας με τῆς παραδόσεως …ἧς γεωργῶι βασιλικῆς γῆς ενε… σπουδῆς το… εἰς Ἀλεξάνδρειαν …ταῦτα πάντα συντετέλεσται πρὸς τὸ διασεῖσαί με παρὰ τὰ προστεταγμένα. ἀξιῶ οὖν ὑποτάξαι μου τὸ ὑπόμνημα τῶι στρατηγῶι, ὅπως ἐπαναγκάσηι τὸν Διονύσιον …τῶν γενημάτων γίνεσθαι καὶ τὰ καθήκοντα παραδοῦναι. εὐτύχει