Ancient Greek
P.Oxyrhyncha 3
Documentary Papyri, P.Oxyrhyncha 3
Not analysed yet
Πετοσίρει κωμογραμματεῖ Πε… Πετοσῖρις κωμογραμματεὺς Ὀξυρύγχων τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ Διοσκουρίδει χαίρειν. τοῦ λβ ἔτους κατασταθέντος μου πρὸς χρείᾳ τῆς προκειμένης κώμης ἐπεὶ οὖν ἐπισκοπῶν εὑρίσκωι τὸν πρὸ ἐμοῦ ὄντα πρὸς τῆι αὐτῆι χρείᾳ Ὧρον νενοσφισμένοv ἀπὸ τῶν τοῦ λ ἔτους γενημάτων εἰς πυροῦ ἀρτάβας φ καὶ ἀπὸ τῶν τοῦ λα ἔτους ὁμοίως πυροῦ ἀρτάβας υ καὶ ἀπὸ τῶν ἐν παραθέσει κειμένων σπερμάτων κριθῆς ἀρτάβας φϙζ, ἃς ἔδει χορηγηθῆναι εἰς τὸ λα ἔτος, καὶ ταύτας ἀπενηνεγμένον εἰς τὸ ἴδιον, ἔτι δὲ καὶ πρὸ τοῦ κατασταθῆναι αὐτὸν πρὸς τῆι χρείᾳ τῆς προκειμένης κώμης ὄντος αὐτοῦ ἀπʼ ἀναδοχῆς κωμογραμματέως Τεβέτνου τῆς αὐτῆς μερίδος ἐφʼ ὧι κατεργᾶ… ται ε…