Ancient Greek
P.Oxyrhyncha 8
Documentary Papyri, P.Oxyrhyncha 8
Not analysed yet
Ἀπολλωνίωι ἀρχιφυλακίτηι καὶ τοῖς φυλακίταις Ὀξυρύγχων παρὰ Πτολεμαίου τοῦ Σαραπίωνος διαδεχομένου δὲ Πετοσῖριν τὸν κωμογραμματέα. τῆι κη τοῦ Θωῦθ τοῦ κθ ἔτους ὀψὲ τῆς ὥρας ἐπιθέμενοι ἐπὶ τὴν ὑπάρχουσάν μοι οἰκίαν Πετεσοῦχoς, Ἵππαλος καὶ Πο…ν τῶν ἐκ τῆς …ος καὶ ἐν ἄλλαις πλείοσιν αἰτίαις ἐνε…κα… …ε…εσπασαν… μου τὴν θυγατέρα Ἀπολλωνίαν, σὺν ὧι ἐνεδύετο χιτῶνι χειριδωτῶι… ἣν καὶ σκύλαντες οὐ μετρίως συνέσχον μέχρι τῆς ἐχομένης. διὸ ἐπιδίδωμι ὑμῖν τὸ προσάγγελμα, ὅπως ἐξαποστείλητε αὐτοὺς ἐφ’ οὓς καθήκει, ἵνα διαληφθῆι περὶ αὐτῶν. ἔτους κθ Θωῦθ κθ