Ancient Greek
P.PalauRib. 21
Documentary Papyri, P.PalauRib. 21
Not analysed yet
διὰ ταύτης μου τῆς ἐνγράφου ἀσφαλείας ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης τελείας καὶ ἀξίας τιμῆς οἴνου νέου μούστου μέτρων πεντήκοντα γίνεται οἴνου μέτρα ν ἅπερ ἀποδώσω σοι ἐν καιρῷ τῆς τρύγης τῷ Μεσορὴ μηνὶ τῆς εἰσιούσης …ἰνδικτίονος ἐν οἴνῳ νέῳ μούστῳ καλλίστῳ καὶ εὐαρέστῳ μέτρῳ ἐκ ξεστῶν τριῶν ἑκάστου μέτρου εντωτ…ωμ… σοῦ παρέχοντος τὰ κοῦφα αὐτῶν. εἰ δὲ εὑρεθείη ὄξος ἢ ἀποίητος ἢ ὀζόμενος ἐκ τοῦ αὐτοῦ οἴνου ἕως τοῦ μηνὸς Φαμενὼθ τῆς αὐτῆς ἰνδικτίονος ἐπὶ τῷ ἐμὲ ἀλλάξαι σοι ἀντʼ αὐτῶν ἐν καλῷ οἴνῳ χωρίς τινος ἀντιλογίας καὶ ὑπερθέσεως καὶ δίκης καὶ οἱασδήποτε ἀφορμῆς καὶ πάσης προχρείας. παρελθούσης δὲ τῆς προειρημένης προθεσμίας εἰ μὴ ἀποδοίην τὰ αὐτὰ οἴνου ἑτοίμως ἔχω παρασχεῖν σοι ὑπὲρ τῆς τούτων τιμῆς χρυσοῦ κεράτια δέκα …