Ancient Greek
P.PalauRib. 7
Documentary Papyri, P.PalauRib. 7
Not analysed yet
ἐμίσθωσεν Δίδυμος …μωθ… νίου ἀπʼ Ὀξυρύγχων πόλεως …Ἀφύγχι …ων…ω… σιος ἀπὸ Τυχιννεκώτεως …Περσῇ τῆς ἐπιγονῆς εἰς τὸ ἐνεστὸς δεύτερον καὶ εἰκοστὸν ἔτος ἀπὸ τῶν ὑπαρχόντων τῇ γυναικὶ αὐτοῦ …γῆς ἀγοραστὰς περὶ τὸ Λέοντος ἐποίκιον ἐκ τοῦ Ἀπολλωνίου ἀπὸ ἀρουρῶν δέκα δύο προγεωργουμένας νεω… ὑπὸ τοῦ Ἀφύγχιος …μισθωθείσας ἑτερω… τὰς λοιπὰς ἀρου… ὥστε σπεῖραι πυρῷ ἐκφορίου ἀποτάκτου τῶν αὐτῶν ἀρουρῶν …πυροῦ ἀρταβῶν …ἓξ ἡμίσους χοινίκων ἓξ ἀκινδύνων παντὸς κινδύνου τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως τὸν ἀπότακτον κομίσηται βεβαιουμένης δέ τε μισθώσεως ἀποδότω ὁ μεμισθωμένος τῷ Διδύμῳ …τὸ ἀπότακτον τῷ Παῦνι μηνὶ τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους ἐφʼ ἅλω Τυχιννεκώτεως πυρὸν νέον καθαρὸν ἄδολον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον μετρούμενον μέτρῳ τετραχοινίκῳ παραλημπτικῷ …