Ancient Greek
1.15.399,ms to 1.15.406
Documentary Papyri, P.Panop. Beatty 1.15.399,ms-406
Not analysed yet
Θώθ δεκαπρώτοις μητροπόλεως τῷ αὐτῷ τύπῳ καὶ χρόνῳ. ἀρτάβαι ἑκατόν ,γίνεται πυροῦ ἑκατόν . τῇ κρατίστῃ βουλῇ. τὰ ἐπισταλέντα μοι ὑφʼ ὑμῶν τῇ χθὲς περὶ τοῦ κεκελεῦσθαι τὸν κύριόν μου τὸν διασημότατον ἡγούμενον τῆς Θηβαίδος Ἰούλιον Ἀθηνόδωρον μηδένα βουλευτικοῦ ἀξιώματος ἐπειλημμένον ὑπάγεσθαι ταμιακῇ φροντίδι ἐντάξας ἐπιστολῇ ἀνήνεγκα πρὸς Οὐαλέριον Μέλανα τὸν κράτιστον ἐπίτροπον πριουάτης Θηβαίδος ἵνʼ εἰδέναι ἔχοι ἡ περὶ πάντα αὐτοῦ πρόνοια. ἣν κομισάμενος ἀντέγραψεν κελεύων δεῖν συνονομάσαι ἑτέρους ἄνδρας τέσσαρας ἀξιοχρέους ἅμα τοῖς προοῦσι εἰς τὴν τῶν ταμιακῶν χωρίων ἐπιμέλειαν. καὶ ἵνα μὴ μεθερμηνεύσω τὰ γραφέντα μοι ὑπʼ αὐτοῦ, ἐντάξας ἀντίγραφον ἐπιστέλλω ὑμῖν ἀκόλουθα πρᾶξαι ὑπὲρ λυσιτελείας τοῦ ἱερωτάτου ταμείου. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ κζ. σεσημείωμαι. βουλῇ. ὁ κύριός μου ὁ διασημότατος ἡγούμενος τῆς Θηβαίδος Ἰούλιος Ἀθηνόδωρος διʼ ὧν ἔγραψεν ἐκέλευσεν βύρσας ἀποσταλῆναι πρὸς Εὐδαίμονα ἔπαρχον διακείμενον ἐν κάστροις περὶ Τοετὼ καὶ Ψινάβλα πρὸς ἐχύρωσιν πυλῶν καὶ πυλίδων τῶν ἐν τοῖς κάστροις, εἰ μὲν τέλειαι εἴκοσι ὀκτώ ,εἰ δὲ σύμμετροι, τεσσαρακοντα …